Ancient Greek · ~5 min
2.29 to 2.33
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.29-33
Not analysed yet
παρεκελεύσατο οὖν λαβοῦσαν τὸν ἐξ αὐτοῦ πεσόντα γόνον, καὶ τούτῳ προσμίξασαν ἔλαιον καὶ τὸ ἀπὸ τῆς ἀκίδος ἀποσταζόμενον αἷμα, χρῖσαι τὸν χιτῶνα τοῦ Ἡρακλέους. τοῦτο δὲ ποιήσασα Δηιάνειρα κατεῖχε παρ’ ἑαυτῇ τὸ φάρμακον. "‟Πάλιν δὲ ὁ Ἡρακλῆς τὴν Φύλαντος θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ υἱὸν Ἀντίοχον ἐγέννησε· καὶ πάλιν Ἀστυάνειραν τὴν Ἀρμενίου τοῦ βασιλέως θυγατέρα λαβὼν αἰχμάλωτον καὶ μιγεὶς αὐτῇ Κτήσιππον υἱὸν ἐγέννησε .’ ‘‘Θέσπιος δὲ ὁ Ἀθηναῖος Ἐρεχθέως παῖς ἐκ διαφόρων γυναικῶν θυγατέρας ἀριθμῷ πεντήκοντα πεποιηκὼς ,φιλοτιμησάμενός τε αὐτὰς ἐξ Ἡρακλέους παῖδας κτήσασθαι, καλέσας ἐπί τινα θυσίαν τὸν Ἡρακλέα, καὶ λαμπρῶς αὐτὸν ἑστιάσας, κατὰ μίαν αὐτῷ τῶν θυγατέρων ἀπέστειλεν. ὁ δὲ ἐν μιᾷ νυκτὶ διέφθειρεν τὰς πάσας, καὶ γίνεται πατὴρ τῶν καλουμένων Θεσπιάδων." ‟Λαβὼν δὲ καὶ τὴν Ἰόλην αἰχμάλωτον καὶ θυσίαν ἐπιτελῶν, ἀποστείλας ἐπὶ τὴν γυναῖκα Δηιάνειραν ᾔτει ἱμάτιον καὶ χιτῶνα οἶς εἰώθει χρῆσθαι πρὸς τὰς θυσίας· ἡ δὲ τὸν χιτῶνα χρίσασα τῷ παρὰ τοῦ Κενταύρου δεδομένῳ φίλτρῳ ἀποστέλλει. ὁ δὲ Ἡρακλῆς τὸν χιτῶνα περιθέμενος περιέπεσε συμφορᾷ τῇ μεγίστῃ. τῆς γὰρ ἀκίδος τὸν ἐκ τῆς Ἐχίσνης ἰὸν ἀπειληφυίας ,καὶ διὰ τοῦτο τοῦ χιτῶνος διὰ τὴν θερμασίαν τὴν σάρκα τοῦ σώματος λυμηναμένου, περιαλγὴς γενόμενος τὸν διακονήσαντα ἀπέκτεινεν, αὐτὸς δὲ κατὰ χρησμὸν πυρὶ ἑαυτὸν παραδοὺς, οὕτως κατέλυσε τὸν βίον. καὶ τὰ μὲν καθ’ Ἡρακλέα τοιαῦτα. "