Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.28
Not analysed yet
ἐπεὶ δὲ πορευόμενος ἦλθε πρὸς τὸν Εὔηνον ποταμὸν, καταλαμβάνει Νέσσον τὸν Κένταυρον μισθοῦ διαβιβάζοντα τὸν ποταμόν. οὗτος δὲ πρῶτον διαβιβάσας τὴν Δηιάνειραν, καὶ διὰ τὸ κάλλος αὐτῆς ἐρασθεὶς ἐπεχείρησεν αὐτὴν βιάσασθαι· ἐπιβοωμένης δὲ αὐτῆς τὸν ἄνδρα ὁ μὲν Ἡρακλῆς ἐτόξευσε τὸν Κένταυρον ,ὁ δὲ Νέσσος μεταξὺ μισγόμενος ,καὶ διὰ τὴν ὀξύτητα τῆς πληγῆς εὐθὺς ἀποθνήσκων, ἔφησε τῇ Δηιανείρᾳ δώσειν φίλτρον, ὅπως μηδεμιᾷ τῶν ἄλλων γυναικῶν Ἡρακλῆς θελήσῃ πλησιάσαι.