Ancient Greek · ~7 min
2.35 to 2.43
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.35-43
Not analysed yet
Ταῦτα μὲν οὑν ἐν τῷ τετάρτῳ τῶν βιβλιοθηκῶν ὁ Διόδωρος παρατέθειται. καὶ τὴν λοιπὴν δὲ θεολογίαν πάλιν ὁ αὐτὸς ἐκ τῶν ἄλλων ἐθνῶν μετειληθέναι φησὶ τοὺς Ἕλληνας, γράφων ἐν τῷ τρίτῳ τῆς αὐτοῦ ἱστορίας τάδε ‘‘Φασὶ τοίνυν Ἀτλάντειοι πρῶτον παρ’ αὐτοῖς βασιλεῦσαι Οὐρανὸν, τούτου δὲ γενέσθαι παῖδας ὧν πλειόνων γυναικων πέντε προς τοῖς τεσσαρακοντα, ὡω ὀκτωκαίδεκα λέγουσιν ὑπάρχειν ἐκ Τεπαίας γυναικός, ἥν σώφρονα γενομένην καὶ πολλῶν ἀγαθῶν αἰτίαν ἀποθεωθῆναι μετὰ τὴν τελευτὴν, Γῆν μετονομασθεῖσαν. γενέσθαι δὲ Οὐρανῷ θυγατέρας Βασίλειαν καὶ Ῥέαν, τὴν καὶ Πανδώραν. τὴν δὲ Βασίλειαν ἐκθρέψασαν τοὺς ἀδελφοὺς μητρὸς εὔνοιαν παρεχομένην μητέρα προσαγορευθῆναι. ὕστερον δὲ μετὰ τὴν τοῦ Οὐρανοῦ τελευτὴν συνοικήσασαν Ὑπερίονι τῷ ἀδελφῷ γεννῆσαι δύο παῖδας, οὓς καὶ νομάσαι Ἥλιον καὶ Σελήνην. τοὺς δὲ ἀδελφοὺς· τῆς Ῥέας φοβηθέντας τὸν μὲν Ὑπερίονα κατασφάξαι, τον δὲ Ἥλιον εἰς τὸν Ἠριδανὸν ποταμὸν ἀποπνῖξαι· τὴν δὲ Σελήνην ταῦτα μαθοῦσαν ἀπὸ τέγους ῥῖψαι, τήν δὲ μητέρα ἐμμανῆ γενομένην πλανᾶσθαι κατ τὴν χώραν, λελυμένην μὲν τὰς τρίχας, διὰ τυμπάνον δὲ καὶ κυμβάλων ἐνθεάζουσαν, καὶ ὅλως ἀφανῆ κὶ αὐτὴν γενέσθαι. τοὺς δὲ ὄχλους θαυμάσαντς τὴν περιπέτειαν τὸν μὲν Ἥλιον καὶ τὴν Σελήνηι μεταγαγεῖν ἐπὶ τὰ κατ’ οὐρανὸν ἄστρα, τὴν δὲ μηέρα τούτων θεόν τε νομίσαι καὶ βωμοὺς ἱδρύ σασθαι, καὶ ταῖς διὰ τυμπάνων καὶ κυμβάλων ἐνεργείαις τιμῆσαι.” “Φρύγες δέ φασι Μῄονα βασιλεύσαντα τῆς Φρυγίας παῖδα Κυβέλην κτήσασθαι, ἣν καὶ σύριγγα πρώτην εὑρεῖν, κληθῆναί τε ὀρείαν μητέρα. Μαρσύαν δὲ τὸν Φρύγα πρὸς ταύτην φιλίαν ἔχοντα πρῶτον αὐλοὺς συστήσασθαι, διατελέσαι δὲ μέχρι τελευτῆς ἀπείρατον ἀφροδισίων. τὴν δὲ Κυβέλην συνελθοῦσαν εἰς ὁμιλίαν Ἄττιδι γενέσθαι ἐγκύμονα. οὗ γνωσθέντος ὁ ταύτης πατὴρ τὸν Ἄττιν ἀναιρεῖ καὶ τὰς τροφούς· τὴν δὲ Κυβέλην ἐμμανῆ γενομένην ἐπὶ τὴν χώραν ἐκπηδῆσαι, ἐκεῖσέ τε ὀλολύζουσαν καὶ τυμπανίζουσαν διατελεῖν. συνεῖναι δὲ αὐτῇ Μαρσύαν, ὃν εἰς ἅμιλλαν περὶ μουσικῆς ἐλθόντα τῷ Ἀπόλλωνι καὶ ἡττηθέντα ζῶντα ὑπὸ τοῦ Ἀπόλλωνος ἐκδαρῆναι.