Ancient Greek · ~2 min
2.44 to 2.45
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.44-45
Not analysed yet
τὸν δὲ Ἀπόλλωνα ἐρασθέντα τῆς Κυβέλης συμπλακῆναι αὐτῇ μέχρι τῶν Ὑπερβορέων, κελεῦσαί τε θάψαι τὸ Ἄττιδος σῶμα καὶ τιμὰν ὡς θεὸν τὴν Κυβέλην. διόπερ εἰσέτι καὶ σήμερον τοὺς Φρύγας τοῦτο ποιεῖν, θρηνοῦντας τοῦ μειρακίου τὸν θάνατον, βωμούς τε ἱδρυσαμένους θυσίαις Ἄττιν τε καὶ τὴν Κυβέλην τιμᾶν. ὕστερον δὲ ἐν Πισινοῦντι τῆς Φρυγίας κατασκευάσαι νεὼν πολυτελῆ, καὶ τιμὰς καὶ θυσίας καταδεῖξαι μεγαλοπρεπεστάτις.”