Ancient Greek · ~2 min
2.4 to 2.5
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.4-2-5
Not analysed yet
τοῦτο δὲ καὶ ὁ Πλάτων’ οἶδεν. ὁμολογεῖ γοῦν διαρρήδην ἐν τῷ Κρατύλῳ μηδὲν πλέον τῶν ὁρωμένων τοῦ κόσμου μερῶν τοὺς πρώτους τῶν περὶ τὴν ‘Eλλάδα ἀνθρώπων ἐγνωκέναι, μόνους δὲ θεοὺς εἶναι τοὺς ἐν οὐρανῷ φωστῆρας καὶ τὰ λοιπὰ τῶν φαινομένων νομίσαι. λέγει δ’ οὖν ὧδε πρὸς λέξιν ‟Φαίνονταί μοι οἶ πρῶτοι τῶν ἀνθρώπων περὶ τὴν Ἑλλάδα τούτους μόνους θεοὺς ἡγεῖσθαι οὕσπερ νῦν πολλοὶ τῶν βαρβάρων, ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ οὐρανόν.