Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.3-2
Not analysed yet
οὐκοῦν πρὸς τῇ τῶν μύθων ἀπρεπείᾳ καὶ ἡ δοκοῦσα σεμνοτέρα διήγησις καὶ φυσιολογία οὐκ ἐπί τινας οὐρανίους νοερὰς καὶ θείας δυνάμεις οὐδ’ ἐπὶ λογικὰς καὶ ἀσωμάτους ἀνῆγεν οὐσίας, κάτω δὲ πάλιν καὶ αὐτὴ εἰς μέθας καὶ γάμους καὶ ἀνθρώπεια πάθη, εἴς τε πῦρ καὶ γῆν καὶ ἥλιον καὶ τὰ λοιπὰ τῆς ὕλης στοιχεῖα κατέστρεφε τὰ μέρη τοῦ κόσμου, καὶ πλέον θεοποιοῦσα οὐδέν.