Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.5
Not analysed yet
Ταῦτα μὲν οὗν εἰκότως ἄν τις Ἑλλήνων, μηδὲν ἀληθὲς μήτε τῶν οἰκείων μήτε τῶν καθ’ ἡμᾶς ἐπαί· ων, πρὸς ἡμᾶς ἀπορήσειεν. ἐπιμέμψαιντο δ’ ἂν ἡμῖν καὶ Εβραίων παῖδες, εἰ δὴ ἀλλόφυλοι ὄντες καὶ ἀλλογενεῖς ταῖς αὐτῶν βίβλοις ἀποχρώμεθα μηδὲν ἡμῖν προσῇ κούσαις, ὅτι τε ἀναιδῶς, ὡς ἂν αὐτοὶ φαῖεν, καὶ ἀναισχύντως ἑαυτοὺς μὲν εἰσωθοῦμεν, τοὺς δὲ οἰκείους καὶ ἐγγενεῖς τῶν αὐτοῖς πατρίων ἐξωθεῖν παραβιαζόμεθα.