Ancient Greek
2.6 to 2.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.6-8
Not analysed yet
εἴτε γάρ τις εἰη Χριστὸς θεσπιζόμενος, ἀλλὰ Ἰουδαίων ἦσαν προφῆται οἱ τούτου τὴν ἄφιξιν προκηρύξαντες, οἱ καὶ λυτρωτὴν καὶ βασιλέα Ἰουδαίων ἥξειν αὐτὸν, οὐχὶ δὲ τόν ἀλλοφύλων ἐθνῶν κατήγγειλαν· εἴτε τινὰ ἄλλα φαιδρότερα περιέχουσιν αἱ γραφαὶ, καὶ ταῦτα Ἰουδαίοις ἀναφωνεῖσθαι, ὧν οὐκ εὑ πράττοντας παρακούειν ἡμὰς. καὶ σφόδρα ἀτόπως τοὺς μὲν κατὰ τοῦ ἔθνους ἐφ’ οἷς ἡμάρτανον ἐλέγχους εὑ μάλα ἁρπαλέως ἀποδέχεσθαι, τὰς δὲ τῶν ἀγαθῶν πάλιν αὐτοῖς θεσπιζομένας ἐπαγγελίας ἀποσιωπᾶν, μᾶλλον δὲ ἐκβιάζεσθαι καὶ ἑαυτοὺς μεταφέρειν, ἄντικρυς πλεονεκτοῦντας καὶ οὐδὲν πλέον ἢ ἑαυτοὺς ἐξαπατῶντας. τὸ δ’ οὖν ἀπάντων παραλογώτατον, ὅτι μηδὲ τὰ νόμιμα παραπλησίως αὐτοῖς περιέποντες, ἀλλὰ προφανῶς παρανομοῦντες, τὰς ἐπηγγελμένας τοῖς τῶν νόμων φύλαξι χρηστοτέρας ἀμοιβὰς εἰς ἑαυτοὺς ἐπισπώμεθα.