Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.5-3
Not analysed yet
ὧν τὰς μὲν τῶν σωμάτων ἰδέας οἱ τῶν κατὰ πόλεις ἀφιε- ρωμένων εἰκόνων φέρειν ἐδόκουν τύποι, τὰς δὲ ψυχὰς καὶ τὰς ἐνθέους καὶ ἀσωμάτους δυνάμεις οἱ φαῦλοι δαίμονες καθυπεκρίνοντο διὰ πολλῆς τερατοποιίας· καὶ αὐτῶν ἤδη τῶν θεραπευόντων καὶ ἱερωμένων αὐτοῖς ἐπὶ τὸ μεῖζον ἀεὶ τὸν ἐκ τῆς φαντασίας τῦφον ἀπαγόντων, καὶ δὴ καὶ γοητικαῖς κακοτεχνίαις τὰ πολλὰ συσκευαζόντων, τῆς καὶ τούτων διδασκαλίας αὐτῶν πάλιν τῶν φαύλων δαιμόνων τοῖς θεραπεύουσι προκαταρξάντων. οἔδε γοῦν καὶ τῆς ἀρχεκάκου γοητείας παντὶ τῷ τῶν ἀνθρώπων βίῳ κατέστησαν αἴτιοι, ὡσπεροῦν ὁ πρὸ τούτου διήλεγξε λόγος.