Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.64
Not analysed yet
ταῦτα δὲ Κλήμης ὁ θαυμάσιος ἐν τῷ πρὸς Ἕλληνας Προτρεπτικῷ διαρρήδην ἐκκαλύπτει, πάντων μὲν διὰ πείρας ἐλθὼν ἀνὴρ, θᾶττόν γε μὴν τῆς πλάνης ἀνανεύσας ,ὡς ἂν πρὸς τοῦ σωτηρίου λόγου καὶ διὰ τῆς εὐαγγελικὴς διδασκαλίας τῶν κακῶν λελυτρωμένος. βραχέα δ’ οὖν καὶ τούτων ἐπάκουσον