Ancient Greek · ~7 min
3.1 to 3.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.1-2-8
Not analysed yet
‟Ἄδυτα τοίνυν ἄθεα μὴ πολυπραγμονεῖτε, d μηδὲ βαράθρων στόματα τερατείας ἔμπλεα, ἢ λέβητα Θεσπρώτειον, ,ἢ τρίποδα Κιρραῖον, ἢ Δωδωναῖον χαλκεῖον, γεράνδρυον δὲ ψάμμοις ἐρήμαις τετιμημένον καὶ τὸ αὐτόθι μαντεῖον αὐτῇ δρυὶ· μεμαρασμένον μύθοις γεγηρακόσι καταλείψατε. σεσίγηται γοῦν ἡ Κασταλίας πηγὴ, καὶ Κολοφῶνος ἄλλη πηγὴ, καὶ τὰ ἄλλα ὁμοίως τέθνηκε νάματα μαντικά. καὶ δὴ τοῦ τύφου κενὰ ὀψὲ μὲν ὅμως δ’ οὖν διελήλεγκται τοῖς ἰδίοις συνεκρεύσαντα μύθοις. διήγησαι ἡμῖν καὶ τῆς ἄλλης μαντικῆς. μᾶλλον δὲ μανικῆς τὰ ἄχρηστα χρηστήρια, τὸν Κλάριον ,τὸν Πύθιον, τὸν Διδυμέα, τὸν Ἀμφιάρεω ,τὸν Ἀπόλλω ,τὸν Ἀμφίλοχον· εἰ δὲ βούλει καὶ τερατοσκόπους καὶ οἰωνοσκόπους καὶ τοὺς ὀνείρων κριτὰς ἀνιέρου σὺν αὐτοῖς· στῆσον δὲ ὁμοῦ παρὰ τὸν Πύθιον ἄγων τοὺς ἀλευρομάντεις καὶ κριθομάντεις καὶ τοὺς εἰσέτι παρὰ τοῖς πολλοῖς τετιμημένους ἐγγαστριμύθους · ναὶ μὴν ἄδυτα Αἰγυπτίων καὶ Τυρρηνῶν νεκυομαντεῖαι σκότῳ παραδεδόσθων · μανικὰ ταῦτα ὡς ἀληθῶς ἀνθρώπων ἀπίστων σοφιστήρια καὶ πλάνης ἀκράτου κυβευτήρια. συνέμποροι τῆσδε τῆς γοητείας αἶγες αἱ ἐπὶ μαντικὴν ἠσκημέναι μέναι καὶ κόρακες ἀνθρώποις χρᾶν ὑπ’ ἀνθρώπων διδασκόμενοι. "Τί δ’ εἴ σοι καταλέγοιμι τὰ μυστήρια; οὐκ ἐξορχήσομαι μὲν ὥσπερ Ἀλκιβιάδην λέγουσιν, ἀπογυμνώσω δὲ εὖ μάλα ἀνὰ τὸν τῆς ἀληθείας λόγον τὴν γοητείαν τὴν ἐγκεκρυμμένην αὐτοῖς, καὶ αὐτούς γε τοὺς καλουμένους ὑμῶν θεοὺς, ὣν αἱ τελεταὶ μυστικαὶ, οἷον ἐπὶ σκηνῆς τοῦ βίου τοῖς ἀληθείας ἐγκυκλήσω θεαταῖς. Διόνυσον μαινόλην ὀργιάζουσι Βάκχοι ὠμοφαγίᾳ τὴν ἱερομηνίαν ἄγοντες, καὶ τελίσκουσι τὰς κρεανομίας τῶν φόνων, ἀνεστεμμένοι τοῖς ὄφεσιν, ἐπολολύζοντες Εὐαν Εὖαν ἐκείνην, δι’ ἣν ἡ πλάνη παρηκολούθησε καὶ ὁ θάνατος ἐπηκολούθησε] · καὶ σημεῖον ὀργίων Βακχικῶν ὄφις ἐστὶ τετελεσμένος. αὐτίκα γοῦν κατὰ τὴν ἀκριβῆ τῶν Ἑβραίων φω- νὴν τὸ ὄνομα τὸ Εὗα δασυνόμενον ἑρμηνεύεται ὄφις ἡ θήλεια. Δηὼ δὲ καὶ Κόρη δρᾶμα ἤδη ἐγενέσθην μυστικὸν, καὶ τὴν πλάνην καὶ τὴν ἁρπαγὴν καὶ τὸ πένθος αὐταῖν Ἐλευσίς δᾳδουχεῖ.”