Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 2.7
Not analysed yet
τούτους δὲ τοὺς πέντε θεοὺς ,τὸν Ἀέρα λέγω καὶ τὸ Ὕδωρ τό τε Πύρ’ καὶ τὴν Γῆν καὶ τὸ Πνεῦμα, τὴν πᾶσαν οἰκουμένην ἐπιπορεύεσθαι, ἄλλοτε ἄλλως εἰς μορφὰς καὶ ἰδέας ἀνθρώπων τε καὶ παντοίων ζῴων σχηματιζομένους, καὶ τούτων ὁμωνύμους παρ’ αὐτοῖς Αἰγυπτίοις γεγονέναι θνητοὺς ἀνθρώπους, Ἥλιον καὶ Κρόνον καὶ ῾Ρέαν, ἔτι δὲ Δία καὶ Ἥραν καὶ Ἥφαιστον καὶ Ἑστίαν ἐπονομασθέντας. γράφει δὲ καὶ τὰ περὶ τούτων πλάτύτερον μὲν ὁ Μανεθῶς, ἐπιτετμημένως δὲ ὁ Διόδωρος ἐν τῇ προλεχθείσῃ αὐτοῦ γραφῆ ὧδέ πως ἱστορῶν κατὰ λέξιν