Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 3
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 3.1-3
Not analysed yet
‟Τούτους δὲ τοὺς θεοὺς, τὸν Ἥλιον, φασὶ, καὶ τὴν Σελήνην, Ὄσιριν ὄντας κατ’ Αἰγυπτίους καὶ ᾿Ισιν, τὸν σύμπαντα κόσμον διοικεῖν τρέφοντάς τε καὶ αὔξοντας πάντα τριμερέσιν ὥραις, ἀοράτῳ κινήσει τὴν περίοδον ἀπαρτιζούσαις ,τῇ τε ἐαρινῇ καὶ θερινῇ καὶ χειμερινῇ· ταύτας δὲ ἐναντιωτάτην ἀλλήλαις τὴν φύσιν ἐχούσας ἀπαρτίζειν τὸν ἐνιαυτὸν ἀρίστῃ συμφωνίᾳ.