Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.1
Not analysed yet
“Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτον πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ, πρῶτα χοὰς, μετέπειτα πυρὴν ἠδ’ αἷμα κελαινὸν οἴνου παμμέλανός τ’ ὀίων θ’ ἅμα λευκὰ ῥέεθρα. καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος, καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλάων· σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε. μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς ἤρξατο μὲν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπὼν δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς, ἠερίων ὑπένερθε μυχῶν χθονίων τ’ ἐγύπερθεν.”