Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.2
Not analysed yet
Ταῦτα μὲν ὁ θαυμάσιος θεὸς, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον· τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχὴν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας, παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποδαπὸς νομισθείη σοὶ καταλείπω σκοπεῖν.