Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.10
Not analysed yet
τί οὖν ὁ θαυμάσιος χρησμῳδός; αὐτὸς ἐκεῖνος ὁ ἐν Δελφοῖς, ὁ Πύθιος, ὁ φίλιος ,τὸν ἱκέτην ,τὸν εὐσεβῆ, τὸν πρόσφυγα, οὐχ ὅπως τῆς ἀλλοτρίας τυχεῖν ἀρχῆς, ἀλλὰ καὶ τῆς οἰκείας ἐκπεσεῖν παρασκευάζει, οὔ τι ἑκὼν, ἔμοιγε δοκεῖ, ἀγνοίᾳ δὲ μᾶλλον τοῦ ἀποβησομένου· (μὴ γὰρ τὸ μέλλον εἰδὼς ὁ θεὸς, ἐπεὶ μὴ θεὸς ἦν μηδέ τις ἀνθρώπου κρείττων δύναμις, ἐπὶ θάτερα σοφιστικῶς τὸν χρησμὸν ἡρμόσατο·) καὶ μονονυχὶ φήσας Κροῖσος Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει, τὴν ἐκ προγόνων διαδοχῆς εἰς τὸν εὐσεβῆ κατελθοῦσαν τῆς Λυδίας ἀρχὴν, μεγάλην οὖσαν γαῖ πολυχρόνιον, καταστρέφει, τῆς ἄγαν περὶ αὐτὸν σπουδῆς τοῦτον ἀποδοὺς τῷ θεοφιλεῖ τὸν καρπόν. Ἐπὶ τούτοις ὁ συγγραφεὺς οἷα οὐκ ἀλόγως διαγαναχτεῖ ἄκουε