Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.1-2
Not analysed yet
“Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνησ ἑψομένης ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι ,καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ ·