Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.8
Not analysed yet
Τούτοις ἄξιον ἐπισυνάψαι τὰ περὶ Κροῖσον. Λυδίας οὗτος ἐβασίλευσεν, ἄνωθεν ἐκ παλαιῶν εἰς αὐτὸν ἥκουσαν παραλαβὼν τὴν ἀρχήν · εἶτά τι πλέον τῶν προγόνων κατορθώσειν ἐλπίσας τοὺς θεοὺς εὐδεβεῖν διενοήθη ,καὶ διὰ πείρας ἐλθὼν ἁπάντων τὸν ἐν Δελφοῖς Ἀπόλλω προκρίνει, κἄπειτα κρατῆρσι καὶ πλίνθοις χρυσαῖς ἀναθημάτων τε μυρίων πλήθει κοσμήσας τὸ ἱερὸν τῶν πανταχοῦ γῆς ἐν ὀλίγῳ χρόνῳ πλουσιώτατον ἀπέφηνεν, οὐδ’ ὅσα πρὸς θυσίας ἐξήρκει παραλιπὼν τῇ μεγαλοψυχίᾳ.