Ancient Greek · ~4 min
20.4 to 20.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.4-7
Not analysed yet
τί οὖν φησιν ὁ Τήμενος; τί χρὴ ποιεῖν; καὶ πῶς ἂν ἱλασαίμην ὑμᾶς; εὔχεο Καρνείῳ τελέειν σέβας Ἀπόλλωνι. ὢ μιαρώτατε καὶ ἀναισχυντότατε μάντι· εἶτ’ οὐκ ἠπίστασο ὅτι διαμαρτήσεται τῆς στενύγρης ὁ τὴν στενύγρην ἀκούσας ; ἀλλ’ οὐδὲν ἧττον ἐπιστάμενος χρᾷς, ἔπειτα περιορᾷς διαμαρτάνοντα. ἀλλ’ ἀμφίβολος ἡ στενύγρη, ὅπως νικήσαντι μὲν αἴτιος εἶναι δοκῆς νίκης, ἡττηθέντι δὲ μηδὲν αἴτιος εἶναι ἥττης, ἔχῃς δὲ ἀποφυγεῖν ἐπὶ τὴν εὐρυγάστορα. ἀλλ’ ἧκεν ἄνθρωπος ἐπὶ τὴν εὐρυγάστορα, καὶ οὐκ ἔτυχεν. εὕρηται πάλιν εἰς ἀποφυγὴν Κάρνος ἄγγελος ἀποθα- νῶν. καίτοι πῶς, ca κράτιστε ,ὁ κηδόμενος οὕτω τοῦ Κάρνου ἄλλοις μὲν αὐτὸν θεοφορεῖσθαι ἐκέλευες, ἑαυτῷ δὲ οὔ ; καὶ δέον σώζειν ἴνα ὄντα Κάρνον, αὐτόν τε περιεῖδες καὶ ἐναποθανόντι αὐτῷ Ὁμηρικὴν νόσον ἐνέβαλες εἰς τὸ πλῆθος καὶ εὐχὰς ἐπὶ τῇ νόσῳ ἀφηγοῦ; εἰ δ’ εὐχόμενος οὐδὲν ἤνυεν, ἄλλο τι ἂν ἐξεύροιτο ἄκος τῷ σῷ σοφίσματι, καὶ οὐδέποτ’ ἂν ἐλήξατε, οἱ μὲν ἐρωτῶντες, σὺ δὲ σοφιζόμενος ,ἵνα καὶ νικῶσι καὶ ἡττωμένοις ᾖς ἀφώρατος κακουργῶν. ἱκανὸν γὰρ τὸ πάθος καὶ ἡ ἐπιθυμία παραβουκολῆσαι, ὡς μηδ’ εἰ χιλιάκις σφαγεῖεν ἀπιστεῖν σοι ποιῆσαι.’