Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 20
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 20.9-2
Not analysed yet
πρὸς μέντοι γε τοὺς παραβάλλοντας ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ λεκτέον ὅτι ἀνομοίως παραβάλλουσι. πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ θείας ἢ ἀνθρωπίνης, ἐρχομένην. ταῦτα μὲν οὑν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι “ἡ δὲ yij ἦν ἀόρατος καὶ ἀκατασκεύαστος” οἰομένους ἀγέννητον εἶναι τὴν σωματικὴν φύσιν.” Τοσαῦτα καὶ οὗτος. καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι