Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.1-3
Not analysed yet
’Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον. ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ θεὸς αὐταρκεστάτης ὕλης, ὡς μήτ’ ἐνδέοι μήθ’ ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν ttotg μὲν κατὰ μέρος τεχνίταις, ὁπότε τι δημιουργοῖεν, καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμήσασθαι, τὸν δ’ ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ φροντίσαι τοῦ ἱκανοῦ.