Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.2
Not analysed yet
διὸ καὶ ἐνδίκως θεομάχοι τινὲς καὶ ἀσεβεῖς λεχθεῖεν ἂν, τὸν πάντα λυμηνάμενοι βίον, ὧν ἐξ αἰῶνος· οὐδεὶς ἢ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν ὁ Χριστὸς τοῦ θεοῦ πᾶσιν ἀνθρώποις τὴν φυγὴν προεξένησεν, εὐαγγελιζόμενος ὁμοῦ πάντας Ἕλληνάς τε καὶ βαρβάρους θεραπείαν τῆς πατρικῆς νόσου, καὶ τῆς πικρὰς καὶ παλαιτάτης δουλείας ἐλευθερίαν· ἐφ’ ἣν σπεύδειν ὁ τῆς εὐαγγελικῆς ἀποδείξεως παρορμᾷ λόγος, μεγάλῃ τῇ φωνῇ τοῖς πᾶσιν εἰς ἐξάχουστον βοῶν “πνεῦμα κυρίου ἐπ’ ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με ,εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με ,κηρῦξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν.’ καὶ πάλιν ἐξαγαγεῖν ἐκ δεσμῶν πεπεδημένους ,καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.’’