Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.1
Not analysed yet
Εἰ δ’ ἐμφρόνως οἱ καθ’ ἡμὰς τῆς ἀπηνοῦς καὶ ἀγρίας ὠμότητος τὴν ἀποστροφὴν ἐποιήσαντο, τῶν παλαιῶν οὐδεὶς ἦν ἄρα σοφὸς, τοὺς πονηροὺς δαίμονας ταῖς ἀνθρωποκτονίαις μειλισσόμενος. ἀλλὰ γὰρ καὶ τυφλῷ, φασὶ, δῆλον ὡς οὔτε θεοὶ ἂν εἶεν οὔτε δαίμονες ἀγαθοὶ οἱ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων θεολογούμενοι ,πορρωτάτω δὲ τοὐ ἀγαθοῦ ἐξῳκισμένοι.