Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.5
Not analysed yet
ὧν γὰρ ἕνεκα ταῦτα τοῖς πολλοῖς σπουδάζεται, τούτων ἡμῖν ἀφίστασθαι μελετᾶν ὁ τοῦ Χριστοῦ λόγος διεστείλατο, μόνων δὲ ἐκείνων ἐφίεσθαι προύτρεψε, περὶ ὧν ἀληθῶς μάντις μὲν οὐδεὶς οὐδὲ σπλάγχνα ζῴων μηνύσει τὸ σαφὲς, αὐτὸς δὲ μόνος ὁ τοῦ θεοῦ λόγος, ὁ ἐν τοῖς ἀληθινοῖς ἐνοικῶν σπλάγχνοις τῶν οἴων τε αὐτὸν δι’ ἄκραν ψυχῆς καθαρότητα ἔνδον ἐν ἑαυτοῖς χωρεῖν. περὶ ὧν φησί που έν τοῖς ἱεροῖς γράμμασιν "ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω ,καὶ ἔσομαι αὐτῶν θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός.’’