Ancient Greek · ~4 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 21
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 21.6
Not analysed yet
Ταῦτα μὲν οὖν τὰ ἀπὸ τοῦ περὶ θυσιῶν τόπου ἀπελεγκτικὰ τῆς τῶν δαιμόνων μοχθηρίας. ἄκουε δ’ οἷα περὶ τῶν αὐτῶν αὖθις ὁ τῆς Περὶ τῶν ἐμψύχων ἀποχῆς συγγραφεὺς ἱστορεῖ, διαρρήδην ὁμολογῶν τοὺς πονηροὺς δαίμονας ἐν σχήμασι πλείοσιν ἐκτυπουμένοις ,καὶ παντοίας μορφὰς χαρακτηρίζονιας, λανθάνειν καὶ ἐξαπατᾶν τοὺς πολλοὺς τῶν ἀνθρώπων. ἀγαθῶν γὰρ ,φησὶν, ὑποδυόμενοι πρόσωπα καὶ προσεταιριζόμενοι τὰ πλήθη διὰ τοῦ τὰς ἐπιθυμίας τῶν ἀνθρώπων ἐκκαίειν, τοὺς ἀνωτάτω θεοὺς ἑαυτοὺς ἐπιφημίζεσθαι βούλονται. τοσοῦτόν τέ φησιν αὐτοὺς ἰσχῦσαι ὡς ἀπατῆσαι καὶ τοὺς σοφωτάτους τῶν Ἑλλήνων ποιητὰς καὶ φιλοσόφους, οὓς καὶ ὁμολογεῖ τῆς τοῦ πλήθους γεγονέναι διαστροφῆς αἰτίους· ὅτι τε ἐξ αὐτῶν πᾶσα γοητεία συνέστη, καὶ τὰ πρὸς ἡδονὴν ἀνθρώποις δι’ αὐτῶν προξενεῖται· ὅπως τε θεοὶ εἶναι βούλονται ,δαίμονες ὄντες φαῦλοι· καὶ ὡς ἡ προεστῶσα αὐτῶν δύναμις δοκεῖ θεὸς εἶναι ὁ μέγιστος. ταῦτα δὲ ὁ Πορφύριος πάντα τοῦτον ἱστορεῖ ’τον τρόπον