Ancient Greek · ~5 min
22.23 to 22.29
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.23-29
Not analysed yet
Σαφῶς παραστῆναί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς· οὐδὲ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. ἐπεὶ τοίνυν, ὠ οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἰναι; Δοκεῖ. Ἡ δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς, οὗ γενομένου τὸ εἶναι λήψεται; Οὕτως ἔχει. Δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος; Οὕτω μοι φαίνεται. Αἶ’ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπόταν ὁ ἐνεργῶν παρῇ; Οὕτως ἔχει. Οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐδ’ ὅπερ ἐνεργεῖ ἔσται ποτέ; Ούκ ἔσται. Οὐκοῦν εἰ ἡ οὐσία σωματική τις ἐστὶ σύστασις, αὕτη δὲ οὐ δεῖταί τινος, ἐν ὁ γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, αἶ δὲ ἐνέργειαι δέονταί τινος, ἐν ᾧ γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακὰ, κακὸν δὲ ὁ φόνος, οὐσία ἔσται ὁ φόνος· ἀλλὰ μὴν ὁ φόνος ἐνέργεια ὑπάρχει τινὸς, οὐκ ἔστιν ἄρα οὐσία ὁ φόνος. εἰ δὲ τὰ ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος ὁ φονεὺς, καθ’ ὃν μὲν λόγον ἄνθρωπός ἐστιν ὑπάρχει οὐσία· ὁ δὲ ὃν ποιεῖ φόνος οὐκ ἔστιν οὐσία, ἀλλ’ ἔργον τῆς οὐσίας.