Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.30
Not analysed yet
λέγομεν δὲ τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’ αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ προσπλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ’ αὖ πάλιν ἡ μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ’ ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρὸς, τῆς οὐσίας οὔτ’ ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς ἀλλ’ ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ’ ὧν οὕτ’ ὡς ὀνομάζεσθαι δοκεῖ, οὐδ’ ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαβάνειν, οὐδ’ ὁπότερον οὖσαν αὐτῶν.