Ancient Greek · ~7 min
22.32 to 22.37
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.32-37
Not analysed yet
εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ’ ἐστὶν αὐτὸς, ταῦτα δ’ ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἶ ἄνθρωποι ποιηταὶ, καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτ’ εἶναι αἴτιοι. εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φὴς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστιν ἡ οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὧς ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακὸς, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κάκεῖνος εἶναι κακὸς, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακὸς, οὐδὲ ἀγέννητα τὰ κακὰ τῷ γεννητὰ πρὸς αὐτοῦ εἶναι φάναι. Τὸν μὲν πρὸς τὸν ἕτερον, ὢ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὣν γὰρ προύλαβες τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γὰρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεὸς, ποιότητες δὲ τὰ κακὰ, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστὶν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἔνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾐ, τούτων δὲ ἀπάντων ἡ ὕλη αἰτία.