Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.31
Not analysed yet
καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακὰ, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς, ἀλλ’ αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει.