Ancient Greek · ~1 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.39
Not analysed yet
Οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ’ οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτας φαμέν· εἴτ’ αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν.