Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.40
Not analysed yet
οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναι φῄς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέθ’ ὑπάρχειν ἐκείνας αἴπερ ἦσάν ποτε, ἀλλ’ ἑτέρας παρ’ αὐτὰς γενέσθαι, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;