Ancient Greek · ~4 min
22.41 to 22.46
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.41-46
Not analysed yet
Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγο- νέναι καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ’ ἃς δημιουργὸν εἶναι λέγω τὸν θεὸν, καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἶ λίθοι τῇ γὰρ ποιότητι τῆς σὺν θέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος), οὕτω μοι δοκεῖ καὶ τὸν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω. Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν; Δοκεῖ. Ἄνωθεν δὲ ἦσαν αἶ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; Συνεῖναί φημι ἀγεννήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας. Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι ; Τοῦτό φημι. Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον ; Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.