Ancient Greek · ~7 min
22.57 to 22.63
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.57-63
Not analysed yet
εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλὰ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν εἰ δὲ ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἣν, οὐκ ἦν δέ ποτε καῖρος ὅτε τὸ ἀγέννητον οὐκ ἢν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη. τὸ δ’ ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγέννητα. εἰ γὰρ ἦν ἀγέννητος ὁ θεὸς καὶ τὰ ἁπλὰ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγέννητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; Δοκεῖ. Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ; Ἀντικεῖσθαί μοι φαίνετ· αι. Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμὸν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν; Οὕτως ἔχειν μοι δοκεῖ. Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ έαυτῶ̣ ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων; Δοκεῖ. Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; Οὕτως ἔχει. Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τοι τοις παραπλήσια; Δοκεῖ. Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναι- ρετικὰ, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένον λόγον.