Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΕΒΔΟΜΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.64
Not analysed yet
οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πεφυκεν. οἶον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται‚ πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.’’ Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. αὐ- τάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λόγου, ἐπὶ τὸν ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβάντες, τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον ἐπικαλεσάμενοι τὸν θεὸν, ἀναπληρώσομεν