Ancient Greek · ~2 min
22.6 to 22.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.6-7
Not analysed yet
τὸ δὲ πάντων δεινότατον, ἐπαναβαίνουσιν ἐκ τῶνδε, καὶ τὰ ὅμοια ἀναπείθουσι καὶ περὶ τῶν μεγίστων θεῶν, μέχρι τοῦ καὶ τὸν ἄριστον θεὸν τούτοις τοῖς ἐγκλήμασιν ὑπάγειν· ᾧ δὴ καὶ τεταράχθαι φασὶ πάντ’ ἄνω κάτω. πεπόνθασι δὲ τοῦτο οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ τῶν ἐν φιλοσοφίᾳ διατριβόντων οὐκ ὀλίγοι. ἡ δ’ αἰτία δι’ ἀλλήλων γέγονε. καὶ γὰρ τῶν φιλοσοφούντων οἱ μὴ ἀποστάντες τῆς καινῆς φορᾶς εἰς τὰ αὐτὰ τοῖς πλήθεσι συνέβησαν· καὶ πάλιν αὖ τὰ πλήθη σύμφωνα ταῖς αὐτῶν δόξαις παρὰ τῶν δοκούντων σοφῶν ἀκούοντα ἐπερρώσθη φρονεῖν ἐπὶ μᾶλλον περὶ τῶν θεῶν τὰ τοιαῦτα.