Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 22
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 22.8
Not analysed yet
τὸ μὲν γὰρ ποιητικὸν καὶ προσεξέκαυσε τὰς ὑπολήψεις τῶν ἀνθρώπων τῷ χρῆσθαι φράσει πρὸς ἔκπληξιν καὶ γοητείαν πεποιημένῃ ,κήλησίν τε ἐμποιῆσαι καὶ πίστιν περὶ τῶν ἀδυνατωτάτων δυναμένῃ ,δέον ἐμπεσως πεπεῖσθαι ὅτι οὔτε τὸ ἀγαθὸν βλάπτει ποτὲ οὔτε τὸ κακὸν ὠφελεῖ. οὐ γὰρ θερμότητος, ὥς φησι Πλάτων, τὸ ψύχειν, ἀλλὰ τοῦ ἐναντίου, οὐδὲ ψυχρότητος τὸ θερμαίνειν, ἀλλὰ τοῦ ἐναντίου, οὕτως οὐδὲ τοῦ δικαίου τὸ βλάπτειν.