Ancient Greek · ~2 min
23.1 to 23.2
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 23.1-2-2
Not analysed yet
“Ἐπεὶ δέ μοι τὰ τῆς ἐμπορίας ἤδη πρὸ ὁδοῦ ἦν, ἀνδρὸς δὲ ἔδει τοῦ ξεναγωγήσοντος ἐπὶ τὴν σοφίαν, ἄπορος δὲ ἐφαίνετο οὗτος, σὲ ἐδεόμην καὶ τούτου γενέσθαι ἐνδείκτην ἔν τε τοῖσιν εὐπελέεσσιν ἠδ’ Ἀχαιοῖσιν χρέος θήσεται, τὸ δ’ ἐκτεκμαρθὲν οὐδὲ μικρὸν ἕξεται. τί φῄς; εἰ δ’ ἀγαλματοποιός τις ἢ ζωγράφος ἐπεθύμουν γενέσθαι καὶ διδασκάλους ἐζήτουν, ἆρά μοι ἤρκει ἀκοῦσαι ἔν τε τοῖσιν εὐπελἐεσσιν’, ἀλλ’ οὐκ ἂν μαίνεσθαι εἶπον τόυ λέγοντα ;