Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 23
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 23.3-2
Not analysed yet
ἀλλὰ τοῦτο μὲν ἴσως οὐχ ἱκανὸς εἶ διανοῆσαι, ἀσάφειαν γὰρ ἔχει πολλὴν τὰ ἀνθρώπεια ἤθη· ὅπου δέ μοι ἐκ Κολοφῶνος ἄμεινον πορεύεσθαι, οὐκέθ’ οὕτως ἀφανὲς τῷ θεῷ, ἐκ τανυστρόφοιο λᾶας σφενδόνης ἱεὶς ἀνὴρ χῆνας ἐναρίζειν βολαῖσιν ἀσπέτους ποιηβόρους. τοὐς δὲ ἀσπέτους ποιηβόρους χῆνας τίς μοι μηνύσει ὅ τί ποτε λέγουσι; τίς δὲ τὴν τανύστροφον σφενδόνην; ὁ Ἀμφίλοχος, ἢ ὁ Δωδωναῖος, ἢ σὺ ἐν Δελφοῖς εἰ γενοίμην, οὐκ ἀπάγξῃ που ἀπελθὼν τῇ τανυστρόφῳ σφενδόνῃ μετὰ τοῦ ἀδιανοήτου ποιήματος;”