Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 23
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 23.6
Not analysed yet
Ταῦτα μὲν οὑν περὶ τῶν πονηρῶν δαιμόνων, ὧν φησιν ἄρχοντα εἶναι τὸν Σάραπιν. καὶ τὴν ‘Εκάτην δὲ τούτων ἄρχειν ὁ αὐτὸς διδάσκει λέγων οὕτως “Μήποτε οὗτοί εἰσιν ὧν ἄρχει ὁ Σάραπις, καὶ τούτων σύμβολον ὁ τρίκρανος κύων, τουτέστιν ὁ ἐν τοῖς τρισὶ στοιχείοις ,ὕδατι, γῇ, ἀέρι, πονηρὸς δαίμων· οὓς καταπαύει ὁ θεὸς ὁ ἔχων ὑπὸ χεῖρα. ἄρχει δ’ αὐτῶν καὶ ἡ Ἑκάτη, ὡς συνέχουσα τὸ τρίστοιχον.” Καὶ πάλιν φησὶν