Ancient Greek · ~2 min
23.7 to 23.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 23.7-8
Not analysed yet
“Ἕν χρηστήριον ἔτι παραθεὶς, ὅπερ αὐτὴ ἡ Ἑκάτη πεποίηται, καταπαύσω τὸν περὶ ταύτης λόγον ἥδ’ ἐγώ εἰμι κόρη πολυφάσματος, οὐρανόφοιτος, ταυρῶπις, τρικάρηνος, ἀπηνὴς, χρυσοβέλεμνος, Φοίβη ἀπειρολεχὴς ,φαεσίμβροτος Εἰλήθυια, τριστοίχου φύσεως συνθήματα τρισσὰ φέρουσα· αἰθέρα μὲν πυρόεσσιν ἐειδομένη εἰδώλοις, ἠέρα δ’ ἀργεννοῖσι τροχάσμασιν ἀμφικάθημαι · γαῖα δ’ ἐμῶν σκυλάκων δνοφερὸν γένος ἡνιοχεύει.’ οἶς ἐπιλέγει ὁ συγγραφεὺς σαφῶς τίνες οἶ σκύλακες· ὅτι οἶ πονηροὶ δαίμονες, περὶ ὧν ἄρτι πεπαύμεθα λέγοντες. τοσαῦτα μὲν δὴ καὶ ταῦτα. περὶ δὲ τοῦ δαίμονας εἶναι πονηροὺς ἀληθῶς ,ἀλλ’ οὐδὲν ἀγαθὸν ἐπαγομένους ,τοὺς παρὰ τοῖς πολλοῖς θεολουμένους, ,φέρε ἔτι μᾶλλον διὰ πλειόνων κρατύνωμεν.