Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.4
Not analysed yet
καὶ σὺ δὲ, ὁ τολμηρὸς ἅμα καὶ ἐπὶ τῷ μηδενὶ ῥιψοκίνδυνος ,οὐκ οἰμώζεις; εἶπον ἂν ἄνθρωποι, ὑπὲρ ὧν ἡ Πάλλας οὐ δύναται Δί’ Ὀλύμπιον ἐξιλάσασθαι·) ἢ οὐ τοῖς ἀνθρώποις ἐμήνιεν ὁ Ζεὺς, ἀλλὰ τοῖς λίθοις καὶ τοῖς ξύλοις ’κἄπειτα σὺ μὲν τοὺς ἀνθρώπους ἔσωζες ,ὁ δὲ τὰ οἰκοδομήματα ἐνεπίμπρα ἐπακτῷ πυρί; οὐ γὰρ ἦν αὐτῷ κεραυνὸς τηνικαῦτα.