Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.3
Not analysed yet
ἄξιός τέ σοι ὁ Ζεὺς τοῦ Δῖός ,ὦ υἱὲ τοῦ Δῖός ’ἀλλὰ καὶ ἡ Ἀθηνᾶ τῆς Ἀθηνᾶς, ὦ τῆς Ἀθηνᾶς ἀδελφέ· ἥ τε σπουδὴ αὕτη καὶ ἡ ἀντισπουδία ἐπιπρέπει τῷ πατρὶ καὶ τῇ θυγατρὶ, μᾶλλον δὲ τοῖς θεοῖς ’ὅ τε Ὀλύμπιος οὗτος ὁ τὴν μίαν ταύτην ἐξελεῖν πόλιν ἀσθενῶν, εἰ μὴ ἀπὸ Σούσων ἐπάγοι αὐτῇ τὸν ἄπειρον ἐκεῖνον στρατὸν, μέγας τις ἄρα ἦν καὶ τὴν τοῦ παντὸς Κυρείαν ἔχων ,καὶ πιθανὸς ἅμα, ἐκ μὲν τῆς Ἀσίας εἰς τὴν Εὐρώπην κινῶν ἔθνη τοσαῦτα, ἐν δὲ τῇ Εὐρώπῃ μίαν πόλιν ἀνατρέψαι ἀδύνατος ὤν.