Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.6
Not analysed yet
περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον ’ἒν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἂν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι μάχη ναυτικὴ οὐ συνίσταται.