Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 24
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 24.7
Not analysed yet
ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος ’χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ ,ὁ μὲν σωζομένοις ,ὁ δ’ ἀπολλυμένοις. εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται ,ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Δῖός ὀργήν· εἴτε καὶ μὴ, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Πάλλας τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ημικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Δῖός τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος.