Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 25
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 25.8
Not analysed yet
τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. ”Ἀλλὰ ταῦτα μὲν ταύτῃ. οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ. συμμαχίαν αἰτοῦσιν. ”