Ancient Greek · ~3 min
25.5 to 25.7
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 25.5-7
Not analysed yet
πιστοὶ δὲ οὐ μόνον οἶ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπταίσματα οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἔνα ἀντὶ πάντττων πεσεῖν τὸν βασιλέα. μετὰ μὲν δὴ τῆς πό- λεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῶ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ oἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν. τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανὴς ,ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σόφισμα καὶ διαφυγούσης καὶ ἁλούσης.