Ancient Greek · ~2 min
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 27.1
Not analysed yet
“Ἐπικρινεῖ δὲ τὰ τοιαῦτα ἡ σοφία παρ- οὖσα τῇ μαντικῇ ,καὶ οὐκ ἐπιτρέψει αὐτῇ ὡς ἔτυχε διαλέγεσθαι ,ἅτε δὴ τῶν πάντων ἀναψαμένη τὰ πείσματα καὶ ἐπιθεμένη τὰ πρεσβεῖα, οὐδ’ ἐφήσει ματαίῳ ὄντι τῷ Πυθίῳ χρᾶν οὔτε τούτοις οὔτε Λακεδαιμονίοις περὶ Μεσσηνίων καὶ τῆς γῆς, ἧς εἶχον Μεσσήνιοι ἀπάτῃ νικήσαντες Λακεδαιμονίους οὔ σε μάχης μόνον ἔργ’ ἐφέπειν χερὶ Φοῖβος ἄνωγεν, ἀλλ’ ἀπάτῃ μὲν ἔχει γαῖαν Μεσσηνίδα λαός ’ταῖς δ’ αὐταῖς τέχναις τις ἁλώσεται αἷσπερ ὑπῆρξεν.