Ancient Greek · ~2 min
27.2 to 27.4
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 27.2-4
Not analysed yet
εἰρήνης μᾶλλον μεμνῆσθαι κελεύει καὶ ὀλιγοδείας καὶ αὐταρκείας. οἱ δέ που τοῖς Λυκούργου νόμοις κατακοσμούμενοι ἧκον ὑπὸ ἀπληστίας καὶ δόξης κενῆς ἐρησόμενοι ,ὡς μὴ δοκοῖεν Μεσσηνίων μάχῃ λείπεσθαι, ἐν νόμοις καρτερικοῖς τεθράφθαι δοκοῦντες. εἰ δέ γε οἶ ἐν καρτερικοῖς ἤσαν νόμοις οὕτω τεθραμμένοι, ἐκαρτέρουν ἂν ἐπὶ τοῖς ὀλίγοις, καὶ οὐδὲν ἂν μάχης αὐτοῖς ἔδει, οὐδὲ ὅπλων καὶ τῆς λοιπῆς ἀποπληξίας. ταῦτα Λακεδαιμονίοις κατὰ Μεσσηνίων, πάλιν δ’ αὖ Μεσσηνίοις κατὰ Λακεδαιμονίων ταῦτα ’σὺ γὰρ καὶ Μεσσηνίοις κατὰ Λακεδαιμονίων, οὐ μόνον Λακεδαιμονίοις κατὰ Μεσσηνίων χρη- σμῳδεῖς παρθένον Αἰπυτίδα κλῆρος καλεῖ, ἥντινα δοίης δαίμοσι νερτερίοις, καί κεν σώσειας Ἰθώμην.