Ancient Greek
ΒΙΒΛΙΟΝ ΠΕΜΠΤΟΝ, Chapter 27
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 27.5
Not analysed yet
τὰ γὰρ παρευρήματα οὐ δέχομαι, ὅτι οὐκ ἦν κα- θαρὸν ἐκ γένους Αἰπύτου τὸ ἱερεῖον, ὅθεν ἀτέλεστα Μεσσηνίοις εἶναι. τοιοῦτος γὰρ εἰ οἷος ταράττειν. ”Τὰ μὲν δὴ τῆς παλαιᾶς ἱστορίας τοιαῦτα. μυρία δ’ ἐστὶ καὶ καθ’ ἡμᾶς τούτοις συνιδεῖν ὅμοια ,ἐκ παλαιοῦ χρόνου καὶ εἰς ἡμὰς αὐτοὺς τῶν κατὰ χρόνους ἀρχόντων τοτὲ μὲν εἰς ἀπράκτους πολέμους διὰ τῆς τῶν χρησμῶν συμβουλίας ὁρμώντων, τοτὲ δὲ σφαλλομένων ἐκ τῆς τῶν χρησθέντων ἀδηλίας ,ἂλλοτε δὲ ἀποπλανωμένων ἐκ τῆς αὐτόθεν τῶν λογίων ἀπάτης.