Ancient Greek · ~3 min
28.8 to 28.10
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 28.8-10
Not analysed yet
μάλιστα ἀνδρείους εἶναι κε- λεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν ’ἀλλὰ καὶ ὁμόφρονας ’τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἤδη καὶ παρ’ αὐτῶν τῶν στασιαξόντων. ὥστε ιούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε. καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ ,οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων; λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης ,τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει ,καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”Τούτοις προστίθησι λέγων